Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Παρασκευή, Σεπτεμβρίου 13, 2013

Τυπικόν της 14ης Σεπτεμβρίου 2013

Σάββατον: Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ
 ΚΑΙ ΖΩΟ­­ΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
 

Πατριαρχική καί Συνοδική Χοροστασία.
Τῇ Παρασκευῇ ἑσπέρας: Θ΄ ΩΡΑ
Ἀπολυτίκια: 
1.– «Τόν ζωοποιόν Σταυρόν...».
 2.– Δόξα· «Ὡς τοῦ ἄνω στερεώματος...».
Κοντάκιον:
 «Οὐρανός πολύφωτος...».
Ἀπόλυσις: 
Μικρά.
ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: 
Τά 3 Στιχηρά Προσόμοια τοῦ Σταυροῦ· 
«Σταυρός ἀνυψούμενος...– Μωσῆς προετύπου σε...
– Σταυρέ πανσεβάσμιε...» εἰς 6, ἅπαντα ἐκ δευτέρου.
Δόξα, Καί νῦν:
 Τό Ἰδιόμελον τοῦ Σταυροῦ· «Δεῦτε, ἅπαντα τά ἔ­θνη...».
Εἴσοδος: 
«Φῶς ἱλαρόν...».Τό Προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα.
Ἀπόστιχα:
 Τά 3 Στιχηρά Προσόμοια τοῦ Σταυροῦ· «Χαίροις, 
ὁ ζωηφόρος Σταυρός... – Χαίροις, ὁ τοῦ Κυρίου Σταυρός...
 – Χαίροις, ὁ τῶν τυφλῶν ὁδηγός...», μετά τῶν πρό 
αὐτῶν στίχων εἰς τά δύο τελευταῖα: α΄.– «Ὑψοῦτε 
Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ 
τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν». β΄.– «Ὁ δέ Θεός
 βασιλεύς ἡμῶν πρό αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς».
Δόξα, Καί νῦν: Τό Ἰδιόμελον αὐτῶν· «Ὅνπερ πάλαι Μωϋσῆς...».
Τρισάγιον.
Ἀπολυτίκιον: Τοῦ Σταυροῦ· «Σῶσον, Κύριε, τόν λαόν σου...», τρίς.
Ἀπόλυσις: «Ὁ ἀναστάς ἐκ νεκρῶν...».
Τῷ Σαββάτῳ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ
 Μετά τόν Ν΄ Ψαλμόν, τά διά τήν Λιτήν Στιχηρά Ἰδιόμελα τοῦ Σταυροῦ·«Σήμερον ὡς ἀληθῶς...» κτλ. μετά τοῦ Δόξα, Καί νῦν αὐτῶν. Τρισάγιον καί τό Ἀπολυτίκιον τοῦ Σταυροῦ· «Σῶσον, Κύριε, τόν λαόν σου...».
ΟΡΘΡΟΣ
Ἑξάψαλμος.
Εἰς τό· «Θεός Κύριος...».
Ἀπολυτίκιον: Τοῦ Σταυροῦ· «Σῶσον, Κύριε, τόν λαόν σου...», τρίς.
Καθίσματα: Τοῦ Σταυροῦ τῆς α΄ καί β΄ Στιχολογίας καί τό μετά τόν Πολυέλεον, ὡς ἐν τῷ Μηναίῳ, ἅπαντα ἐκ δευτέρου.
Ἀναβαθμοί: Τό α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου· «Ἐκ νεότητός μου...».
Προκείμενον: «Εἴδοσαν πάντα τά πέρατα τῆς γῆς τό σωτήριον τοῦ Θεοῦ ἡμῶν».
Στίχος: «῎ᾼσατε τῷ Κυρίῳ ᾆσμα καινόν».
Εὐαγγέλιον Ὄρθρου: Τοῦ Σταυροῦ· «Πάτερ, δόξασόν σου τό ὄνομα...» (Ἰω. ιβ΄ 28-36).
«Ἀνάστασιν Χριστοῦ θεασάμενοι...».
Ὁ Ν΄ Ψαλμός: (Χῦμα). Δόξα· «Σύ μου σκέπη κραταιά...». Καί νῦν, τό αὐτό καί τό Ἰδιόμελον· «Σταυρέ τοῦ Χριστοῦ...».
Κανών: Τοῦ Σταυροῦ· «Τόν τύπον πάλαι Μωσῆς...», μετά τῶν Εἱρμῶν αὐτοῦ ἄνευ στίχου καί εἰς τά δύο τελευταῖα Δόξα, Καί νῦν, εἰς 6.
Ἀπό γ΄ ᾨδῆς·
Μεσῴδιον Κάθισμα: Τοῦ Σταυροῦ· «Ἐν Παραδείσῳ με τό πρίν...», ἅ­παξ.
Ἀφ’ ς΄ ᾨδῆς·
Κοντάκιον – Οἶκος: Τοῦ Σταυροῦ.
Συναξάριον: Τῆς ἡμέρας. 
 Ἀναγινωσκομένου ὑπό τοῦ Α΄ Δομεστίκου τοῦ Κοντακίου χοροστατεῖ
 ὁ Πατριάρχης καί λαμβάνουσι Καιρόν κατά τήν τάξιν ὁ
 Ἀρχιγραμματεύς, ὁ Ὑπογραμματεύς καί ὁ Κωδικογράφος τῆς
 Ἁγίας καί Ἱερᾶς Συνόδου. 
Καταβασίαι: «Σταυρόν χαράξας...».
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς τά τροπάρια τῆς 
διείρμου θ΄ ᾨδῆς τοῦ Κανόνος τοῦ Σταυροῦ, ἄνευ στίχου καί
 εἰς τά δύο τελευταῖα Δόξα, Καί νῦν, εἰς 8.
Εἱρμός θ΄ ᾨδῆς: «Μυστικός εἶ, Θεοτόκε, παράδεισος...» καί· 
«Ὁ διά βρώσεως τοῦ ξύλου...».
Ἐξαποστειλάρια: Τοῦ Σταυροῦ· «Σταυρός, ὁ φύλαξ πάσης
 τῆς οἰκουμένης...», δίς καί· «Σταυρός ὑψοῦται σήμερον...», ἅπαξ.
Εἰς τό α΄  Ἐξαποστειλάριον προπορευομένου τοῦ Μ. Ἐκκλησιάρχου 
ἐξέρχονται ἐκ τῆς Νοτίου Πύλης τοῦ Ἱεροῦ Βήματος οἱ 
Σεβ. Ἅγιοι Συνοδικοί Ἀρχιερεῖς καί λαμβάνουσι τάς παρά τῷ 
Θρόνῳ θέσεις αὐτῶν. Ὁ Μ. Ἐκκλησιάρχης ποιήσας 
σχῆμα τῷ Πατριάρχῃ εἰσέρχεται διά τῆς Βορείου Πύλης 
εἰς τό Ἱερόν Βῆμα.

Αἶνοι:
 Τά 3 Στιχηρά Προσόμοια τοῦ Σταυροῦ· «Ὤ τοῦ παραδόξου θαύματος...
 – Ὤ τοῦ παραδόξου θαύματος... – Ὤ τοῦ παραδόξου θαύματος...»
 εἰς 4, τό πρῶτον δίς.
Δόξα, Καί νῦν: Τό Ἰδιόμελον αὐτῶν· «Σήμερον προέρχεται...».
Δοξολογία: Μεγάλη, εἰς ἦχον δ΄· «Ἅγια» καί ἐπακολουθεῖ: 
Η ΤΕΛΕΤΗ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
 Οἱ χοροί κατέρχονται καί μεταβαίνουσι εἰς τήν Βόρειον Πύλην 
τοῦ Ἱεροῦ Βήματος. Εἰς τό· «Δόξα Πατρί...» τοῦ· «Ἅγιος ὁ Θεός...»
 τῆς Δοξολογίας, ὁ Ἱερεύς λαμβάνει τό θυμιατόν καί θυμιᾷ ἐννεάκις τόν ἐπί τῆς Ἁγίας Τραπέζης εὑρισκόμενον, ηὐτρεπισμένον διά βασιλικοῦ καί τριῶν κηρῶν δίσκου,Τίμιον Σταυρόν καί θυμιάσας, ποιεῖ τρεῖς μετανοίας, ἀσπάζεται τήν Ἁγίαν Τράπεζαν καί αἴρει τόν δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ἐπί κεφαλῆς καί ἐξέρχεται ἀπό τῆς Βορείου Πύλης τοῦ Ἱ. Βήματος, τῶν χορῶν ψαλλόντων τό ᾀσματικόν· «Ἅγιος ὁ Θεός...», προπορευομένων τῶν Λαμπαδούχων μετά ἑξαπτερύγων (πλήν τοῦ Σταυροῦ) καί τῶν Ἱεροψαλτῶν.
 Ἡ πομπή, ὅταν φθάσῃ εἰς τό μέσον τοῦ Σολέα, περιφέρεται τρίς πέριξ τοῦ τρισκελίου. Ἀκολούθως ὁ Ἱερεύς βλέπων πρός ἀνατολάς, ὑψώνει τόν δίσκον καί ἐκφωνεῖ τό· «Σοφία· Ὀρθοί» καί ἐν συνεχείᾳ τίθησι τόν δίσκον ἐπί τοῦ τρισ­κελίου καί λαβών τό θυμιατόν καί θυμιῶν κυκλοτερῶς τοῦ τρισκελίου τόν Τίμιον Σταυρόν ψάλλει τό· «Σῶσον, Κύριε, τόν λαόν σου...», ὅπερ ἐπαναλαμβάνουσιν οἱ δύο Χοροί.
 Λαβών ἐν συνεχείᾳ ἀπό τόν δίσκον τόν Τίμιον Σταυρόν μετά κλάδων βασιλικοῦ, κρατεῖ αὐτόν ὑψηλά καί ἐκφωνεῖ· «Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου...». Οἱ Χοροί ψάλλουσι μ΄ φοράς τό «Κύριε, ἐλέησον». Ὁ Διάκονος ἤ ἄλλος τις, ραντίζει μέ κανίον τόν ὑπό τοῦ Ἱερέως κρατούμενον Τίμιον Σταυρόν καί βασιλικόν καί κλίνει μέχρι τοῦ ἐδάφους καί κατ’ ὀλίγον ἀνίσταται. Ἐλθών πρός τά δεξιά τοῦ τρισκελίου, βλέπων πρός βορρᾶν ἐκφωνεῖ· «Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν» καί ποιεῖ τήν β΄  Ὕψωσιν. Ἐλθών εἰς τήν ἀνατολικήν πλευράν καί βλέπων πρός δυσμάς ἐκφωνεῖ· «Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν...» καί ποιεῖ τήν γ΄  Ὕψωσιν. Ἐλθών πρός βορρᾶν (ἀριστερά) ἐκφωνεῖ· «Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας... τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν τοῦ ἱεροῦ Ναοῦ τούτου» καί ποιεῖ τήν δ΄  Ὕψωσιν. Ἐλθών δέ πάλιν πρό τοῦ τρισκελίου καί βλέπων πρός ἀνατολάς ἐκφωνεῖ· «Ἔτι δεόμεθα ὑπέρ πάσης ψυχῆς Χριστιανῶν Ὀρθοδόξων, ὑγείας τε καί σωτηρίας καί ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν» καί ποιεῖ τήν ε΄  Ὕψωσιν. Μετά τό· «Κύριε, ἐλέησον» τίθησι τόν Τίμιον Σταυρόν καί τόν βασιλικόν ἐπί τοῦ δίσκου. Εἶτα ὁ Ἱερεύς ἤ ὁ Ἀρχιερεύς, (ὅστις ἄν ᾖ χοροστατῶν κατέρχεται τοῦ θρόνου), λαμβάνει ἐκ τοῦ δίσκου τόν Τίμιον Σταυρόν μετά κλάδων βασιλικοῦ, ὑψώνει τοῦτον καί ψάλλει τό Κοντάκιον· «Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ...». Εἶτα ἀποθέτει αὐτόν ἐπί τοῦ δίσκου, ποιεῖ τρεῖς μετανοίας μετά Σταυροῦ, ἀσπάζεται τόν Τίμιον Σταυρόν καί ψάλλει τό· «Τόν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα...», ὅπερ ἐπαναλαμβάνουσι καί οἱ δύο χοροί καί γίνεται ὑπό τοῦ λαοῦ ἡ προσκύνησις τοῦ Τιμίου Σταυροῦ, τῶν Χορῶν ψαλλόντων τά Ἰδιόμελα· «Δεῦτε, πιστοί...», κτλ. Ὁ Ἀριστερός χορός ψάλλει τό Ἀπολυτίκιον· «Σῶσον, Κύριε, τόν λαόν σου...». 
Η ΤΕΛΕΤΗ
ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΕΝ Τῌ ΑΓΙᾼ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΕΓΑΛῌ ΕΚΚΛΗΣΙᾼ
 Οἱ χοροί κατέρχονται καί μεταβαίνουσι εἰς τήν Βόρειον Πύλην τοῦ ῾Ιεροῦ Βήματος. Εἰς τό· «Δόξα Πατρί» τοῦ· «῞Αγιος ὁ Θεός...» τῆς Δοξολογίας, ὁ ᾿Αρχιγραμματεύς, ὅστις μετά τοῦ ῾Υπογραμματέως τῆς ῾Αγίας καί ῾Ιερᾶς Συνόδου εἶναι οἱ λειτουργοί τῆς ἡμέρας, λαμβάνει τό θυμιατόν καί θυμιᾷ ἐννεάκις τόν ἐπί τῆς ῾Αγίας Τραπέζης εὑρισκόμενον, ηὐτρεπισμένον διά βασιλικοῦ καί τριῶν κηρῶν δίσκου Τίμιον Σταυρόν καί θυμιάσας δίδει τό θυμιατόν εἰς τόν ῾Υπογραμματέα, ποιεῖ τρεῖς μετανοίας, ἀσπάζεται τήν ῾Αγίαν Τράπεζαν καί αἴρει τόν δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ἐπί κεφαλῆς καί ἐξέρχεται ἀπό τῆς Βορείου Πύλης τοῦ ῾Ι. Βήματος, τῶν χορῶν ψαλλόντων τό ᾀσματικόν· «῞Αγιος ὁ Θεός...», προπορευομένων τῶν Λαμπαδούχων μετά ἑξαπτερύγων (πλήν τοῦ Σταυροῦ), τοῦ Πριμηκηρίου φέροντος τό Διβάμβουλον, τῶν ῾Ιεροψαλτῶν καί τῶν Διακόνων θυμιώντων καί κρατούντων λαμπάδας.
 ᾿Εν τῷ Σολέᾳ ὁ Πατριάρχης κατέρχεται ἐκ τοῦ θρόνου· ἡ πομπή διέρχεται πρό αὐτοῦ καί, περιφέρεται τρίς πέριξ τοῦ τρισκελίου. ᾿Ακολούθως ὁ ᾿Αρχιγραμματεύς βλέπων πρός ἀνατολάς, ὑψώνει τόν δίσκον καί ἐκφωνεῖ τό· «Σοφία· ᾿Ορθοί» καί ἐν συνεχείᾳ τίθησι τόν δίσκον ἐπί τοῦ τρισ­κελίου καί λαβών ἐκ τοῦ ῾Υπογραμματέως τό θυμιατόν καί θυμιῶν κυκλοτερῶς τοῦ τρισκελίου τόν Τίμιον Σταυρόν ψάλλει τό·«Σῶσον, Κύριε, τόν λαόν σου...», ὅπερ ἐπαναλαμβάνουσιν οἱ δύο Χοροί.
 Λαβών ἐν συνεχείᾳ ἀπό τόν δίσκον τόν Τίμιον Σταυρόν μετά κλάδων βασιλικοῦ, κρατεῖ αὐτόν ὑψηλά καί ἐκφωνεῖ· «᾿Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου...». Οἱ Χοροί ψάλλουσι μ΄ φοράς τό· «Κύριε, ἐλέησον». ῾Ο ῾Υπογραμματεύς λαβών ἀπό τοῦ Μ. ᾿Εκκλησιάρχου μικρόν δίσκον καί κανίον ραν­τίζει τόν ὑπό τοῦ ᾿Αρχιγραμματέως κρατούμενον Τίμιον Σταυρόν καί βασιλικόν καί κλίνουσιν ὁμοῦ μέχρι τοῦ ἐδάφους καί κατ’ ὀλίγον ἀνίστανται.
 ᾿Ελθών πρός τά δεξιά τοῦ τρισκελίου ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν» καί ποιεῖ τήν β΄  ῞Υψωσιν.
 ᾿Ελθών εἰς τήν ἀνατολικήν πλευράν καί βλέπων πρός δυσμάς ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τοῦ ᾿Αρχιεπισκόπου ἡμῶν...» καί ποιεῖ σχῆμα τῷ Πατριάρχῃ.
 ᾿Ελθών πρός βορρᾶν (ἀριστερά) ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τῶν ῾Αγίων ᾿Αρχιερέων, τῶν τε ἐνδημούντων καί τῶν ἐν ταῖς ἐπαρχίαις αὐτῶν».
 Καί αὖθις ἔρχεται ἔμπροσθεν τοῦ τρισκελίου καί ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τῶν διακονούντων καί διακονησάντων ἐν τῇ ῾Αγίᾳ τοῦ Χριστοῦ Μεγάλῃ ᾿Εκκλησίᾳ, καί ὑπέρ πάσης ψυχῆς Χριστιανῶν Ὀρθοδόξων, ὑγείας τε καί σωτηρίας καί ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν».
 Μετά τό· «Κύριε, ἐλέησον» τίθησι τόν Τίμιον Σταυρόν καί τόν βασιλικόν ἐπί τοῦ δίσκου καί ἵσταται εἰς τό ἀριστερόν μέρος τοῦ τρισκελίου.
 Εἶτα προσέρχεται ἔμπροσθεν τοῦ τρισκελίου ὁ Πατριάρχης, λαμβάνει ἐκ τοῦ δίσκου τόν Τίμιον Σταυρόν μετά κλάδων βασιλικοῦ, ὑψώνει τοῦτον καί ψάλλει τό Κοντάκιον· «῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ...».
 Περατωθέντος τοῦ Κοντακίου ἀποτίθησι τόν Τίμιον Σταυρόν ἐπί τοῦ δίσκου, ποιεῖ τρεῖς μετανοίας μετά Σταυροῦ, ἀσπάζεται τόν Τίμιον Σταυρόν καί ψάλλει τό· «Τόν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα...», ὅπερ ἐπαναλαμβάνουσιν καί οἱ δύο χοροί. ῾Ο Πατριάρχης εὐλογεῖ ἐν συνεχείᾳ διά τοῦ Τιμίου Σταυροῦ τόν λαόν, τῶν Χορῶν ψαλλόντων τό· «Εἰς πολλά ἔτη, Δέσποτα». Μετά τήν εὐλογίαν ἀποτίθησι τόν Τίμιον Σταυρόν ἐπί τοῦ δίσκου καί ἐπανέρχεται εἰς τήν τελευταίαν βαθμίδα τοῦ Θρόνου.
 ῾Ο ᾿Αριστερός Χορός ψάλλει τό ᾿Ιδιόμελον· «Δεῦτε, πιστοί...», ὁπότε οἱ συγχοροστατοῦντες, ῞Αγιοι Συνοδικοί ᾿Αρχιερεῖς κατέρχονται ἐκ τῶν στασιδίων αὐτῶν κατά τήν τάξιν, ἔρχονται ἐνώπιον τοῦ Πατριάρχου, ποιοῦσιν εὐλαβῶς ὑπόκλισιν καί ἵστανται ἔμπροσθεν τοῦ τρισκελίου. Ποιοῦσι τρεῖς μετανοίας μετά Σταυροῦ, ἀσπάζονται τόν Τίμιον Σταυρόν, ποιοῦσι καί αὖθις τρεῖς μετανοίας μετά Σταυροῦ καί λαμβάνουσιν ἐκ τῆς χειρός τοῦ Πατριάρχου τήν δέσμην τοῦ βασιλικοῦ.
 Περατωθέντος τοῦ προσκυνήματος τῶν ῾Αγίων ᾿Αρχιερέων ὁ Μ. ᾿Εκ­κλησιάρχης λαμβάνει τόν Τίμιον Σταυρόν ἐκ τοῦ δίσκου καί φέρει τοῦτον εἰς τόν Πατριάρχην, ὅστις διανέμει δέσμην βασιλικοῦ εἰς τούς λοιπούς κληρικούς τῆς Π. Αὐλῆς, τούς ᾿Οφφικιάλους καί τούς ῾Ιεροψάλτας, οἵτινες ἀσπάζονται τόν Τίμιον Σταυρόν καί τήν δεξιάν τοῦ Πατριάρχου.
 Μετά τήν προσκύνησιν τοῦ Τιμίου Σταυροῦ λαμβάνει τοῦτον ὁ Μ. ᾿Εκ­κλησιάρχης καί εἰσερχόμενος εἰς τό ῾Ιερόν Βῆμα ἐναποθέτει αὐτόν ἐπί τῆς ῾Αγίας Τραπέζης. ῾Ο ᾿Αριστερός Χορός ψάλλει τό ᾿Απολυτίκιον· «Σῶσον, Κύριε, τόν λαόν σου...».
ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνα: Τῆς Ἑορτῆς.
Ἀντίφωνον α΄.
 Ἦχος β΄.
«Ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;
Μακράν ἀπό τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καί οὐκ εἰσακούσῃ.
Σύ δέ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.                 
Δόξα... Καί νῦν...».
 Ἀντίφωνον β΄.
Ἦχος ὁ αὐτός.
«Ἵνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος;
  Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.
Ὄρος Σιών τοῦτο, ὅ κατεσκήνωσας ἐν αὐτῷ.
Ὁ δέ Θεός Βασιλεύς ἡμῶν πρό αἰώνων εἰργάσατο
 σωτηρίαν ἐν μέσῳ τῆς γῆς.                         
Δόξα… Καί νῦν… Ὁ Μονογενής Υἱός…».
Ἀντίφωνον γ΄.
Ἦχος α΄.
«Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.
 Κύριος ἐν Σιών μέγας καί ὑψηλός ἐστι.
Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ».
Εἴσοδος.
Εἰσοδικόν, Ἦχος β΄: «Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί 
προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ,
 ὁ σαρκί σταυρωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα».
Μετά τήν Εἴσοδον.
Ἀπολυτίκιον: Τοῦ Σταυροῦ· «Σῶσον, Κύριε, τόν λαόν σου...».
Κοντάκιον: Ὁμοίως· «Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ...».
Ἀντί τοῦ Τρισαγίου: «Τόν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα
 καί τήν ἁγίαν σου ἀνάστασιν δοξάζομεν».
Ἀπόστολος: Τοῦ Σταυροῦ· «Ὁ λόγος ὁ τοῦ Σταυροῦ...» (Α΄ Κορ. α΄ 18-24).
Εὐαγγέλιον: Ὁμοίως· «Συμβούλιον ἐποίησαν οἱ Ἀρχιερεῖς...» μέχρι τοῦ·
 «...κλίνας τήν κεφαλήν παρέδωκεν τό πνεῦμα» (Ἰω. ιθ΄ 6-11, 13-20, 25-28, 30).
Εἰς τό Ἐξαιρέτως: «Μυστικός εἶ, Θεοτόκε, παράδεισος...».
Κοινωνικόν: «Ἐσημειώθη ἐφ’ἡμᾶς τό φῶς τοῦ προσώπου σου, 
Κύριε. Ἀλληλούϊα».
«Σῶσον, Κύριε, τόν λαόν σου...», κτλ.
Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ.
Ἐν τῇ τραπέζῃ κατάλυσις οἴνου καί ἐλαίου.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

Η Ευρώπη ακυρώνει τα Χριστούγεννα!

Tα Χριστούγεννα είναι μια γιορτή που γιορτάζουμε όχι ως άτομα ούτε ως έθνος, αλλά ως ανθρώπινη οικογένεια [Ronald Reagan] Ένα σχεδόν σπαρακτ...