Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Κυριακή, 9 Αυγούστου 2015

Άγιος Ευθύμιος Μητροπολίτης Ρόδου ο Ιερομάρτυρας

Εὐθυμίας πέπλησαι τῆς αἰωνίου,
Ὡς κλεινὸς Εὐθύμιε Ἱερομάρτυς.
Ἐνάτῃ Εὐθύμιος Ῥοδίων ποιμὴν τιμάσθω ὕμνοις.
Άγιος Ευθύμιος Μητροπολίτης Ρόδου ο Ιερομάρτυρας
Ο ένδοξος Ιερομάρτυς Ευθύμιος εξελέγη Μητροπολίτης Ρόδου, όταν οι οθωμανοί κατέλαβαν το νησί, το έτος 1523 μ.Χ. και εποίμανε θεάρεστα το Ορθόδοξο ποίμνιο στους χαλεπούς εκείνους χρόνους. Το 1529 μ.Χ. συνελήφθη ως πρωταίτιος συνωμοσίας εναντίον των τούρκων και ανασκολοπίστηκε μαζί με άλλους Κληρικούς και κοινοτικούς παράγοντες της Ρόδου.

Ο Μητροπολίτης Ευθύμιος τιμήθηκε από τους Χριστιανούς ως Μάρτυς αμέσως μετά το μαρτυρικό τέλος του. Ο Λατίνος Μισιονάριος Πέτρος Φαγγόνης, γενικός βικάριος του Λατίνου Αρχιεπισκόπου Alfonso Gonzaga, αναφέρει σε έκθεσή του προς τη Ρωμαϊκή Προπαγάνδα ότι ο τάφος του μακαρίου Ευθυμίου είχε αναδειχθεί ως κατ' εξοχήν προσκυνηματικός χώρος των Ροδίων και ότι σ' αυτόν πήγαιναν και κάθονταν όσοι έπασχαν από τεταρταίο πυρετό «ελονοσία» με το συνακόλουθο ρίγος και θεραπεύονταν.

Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Χαίρων ἤθλησας, ὑπὲρ τῆς ποίμνης, καὶ κατῄσχυνας, τῶν ἀλλοφύλων, τὸ ὑψάχευνον θράσος Εὐθύμιε· σὺ γὰρ θερμῶς ἀγαπήσας τὸν Κύριον, αὐτοῦ ἐπέβης προθύμως τοῖς ἴχνεσιν. Ὅθεν πρέσβευε, αὐτῷ ἐκτενῶς πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
῾Ως Ἱεράρχην τοῦ Χριστοῦ πανιερώτατον, καὶ Ἀθλοφόρων μιμητὴν ἀκαταγώνιστον, εὐφημοῦμέν σε ἐν ᾄσμασι γηθοσύνως. Ἀλλ᾿ ὡς δόξης κοινωνήσας τοῦ Κυρίου σου, ταῖς πρεσβείαις σου προστάτης ἔσο πάντοτε, τῶν βοώντων σοι· Χαίροις Πάτερ Εὐθύμιε.

Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
῾Ιερεύσας καθαρῶς, ταῖς ἀρεταῖς σου τῷ Θεῷ, προσενήνεξαι λαμπρῶς, τῷ μαρτυρίῳ σου αὐτῷ, Πάτερ Εὐθύμιε ἄμωμον ἱερεῖον· ὅθεν σε ζωῆς, νῦν ἡ τράπεζα, ἔχει λειτουργόν, ἐπουράνιον, ἱλαστηρίους πάντοτε δεήσεις, ὑπὲρ ἡμῶν ἀναφέροντα, τῶν ἐκτελούντων, ψαλμοῖς καὶ ὕμνοις, τὴν ἁγίαν σου μνήμην.

Ὁ Οἶκος
Λάμψας ποιμαντικαῖς σου, ἀρεταῖς ἐν τῆς Ῥόδου, Εὐθύμιε σοφὲ τῇ καθέδρᾳ, μαρτυρικῇ ἀνατολῇ, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ἀνέτειλας, ὡς ἥλιος πλησιφαής, φωτίζων τοὺς πιστῶς βοῶντας·
Χαῖρε, θεόσοφε Ἱεράρχα·
χαῖρε, μακάριε Ἀθλοφόρε.
Χαῖρε, εὐσεβείας τῶν ἔργων γεώργημα·
χαῖρε, μαρτυρίου τῶν ἄθλων ἀπάνθισμα.
Χαῖρε, ὅτι ἐλειτούργησας τῷ Θεῷ ἀγγελικῶς·
χαῖρε, ὅτι ἐταπείνωσας τὸν ἐχθρὸν μαρτυρικῶς.
Χαῖρε, Ῥόδου ἀξίως τὸν λαὸν κυβερνήσας·
χαῖρε, Ἄγαρ ἐκγόνων τὴν ἀπάτην πατήσας.
Χαῖρε, Χριστοῦ βαδίσας τοῖς ἴχνεσι·
χαῖρε, πιστῶς στηρίξας τὸ φρόνημα.
Χαῖρε, ἀστὴρ παμφαὴς καρτερίας·
χαῖρε, πηγὴ δαψιλὴς συμπαθείας.
Χαίροις, Πάτερ Εὐθύμιε.

Μεγαλυνάριον
Χαίροις ὁ τῆς Ῥόδου καλὸς ποιμήν· χαίροις εὐσεβείας, ὑποφήτης ὁ θαυμαστός· χαίροις ἀσεβείας, τυράννων καθαιρέτης, καὶ τῶν πιστῶν προστάτης, Πάτερ Εὐθύμιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου