Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Δεκεμβρίου 24, 2011

25. † ΚΥΡΙΑΚΗ. † Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙ­ΣΤΟΥ.- ΤΥΠΙΚΟΝ

25. † ΚΥΡΙΑΚΗ. † Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙ­ΣΤΟΥ.

Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Απεγράφετο ποτέ»· κοντάκιον «῾Η παρθένος σήμερον τὸν προαιώνιον Λόγον».

᾿Ιστέον ὅτι σήμερον οὐδὲν τῶν ἀναστασίμων ψάλλεται, ἀλλὰ πάντα τὰ τῆς τοῦ Χριστοῦ γεννήσεως.

Εἰς τὸν μέγαν ἑσπερινόν. «Εὐλογητός», ὁ προοιμιακός (ἄνευ Ψαλτηρίου), ἡ μεγάλη συν­απτή.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» στιχηρὰ ἰδιόμελα τῆς ἑορ­τῆς 4 «Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ» κ.τ.λ. εἰς 6, Δό­ξα, Καὶ νῦν, «Αὐγούστου μοναρ­χή­σαν­τος ἐπὶ τῆς γῆς».

ΕΙΣΟΔΟΣ μετὰ τοῦ Εὐαγγελίου, «Φῶς ἱλαρόν», καὶ εὐθὺς ἀναγινώσκονται τὰ

ΑΝΑΓΝΩΣΜΑΤΑ. Τὸ α΄ ἀνάγνωσμα «᾿Εν ἀρχῇ ἐποίησεν ὁ Θεός»· εἶτα ὁ α΄ χορὸς τὸ τροπά­ριον «Λαθὼν ἐτέχθης», τοῦ ὁποίου τὸ ἀκρο­τελεύτιον «Καὶ μάγους σοι προσήνεγκε» ψάλλεται (ἀρχομένου τοῦ β΄ χοροῦ) μετὰ τῶν στίχων τοῦ πϛ΄ (86ου) ψαλμοῦ, ὡς ἐν τῷ Μηναίῳ, Δόξα, Καὶ νῦν, ὁ α΄ χορὸς τὸ αὐτὸ τροπάριον «Λαθὼν ἐτέχθης» ὁλό­κληρον. Εἶτα τὸ ζ΄ ἀνάγνωσμα «Παιδίον ἐγεννήθη ἡμῖν»· μετ᾿ αὐτὸ ὁ β΄ χορὸς τὸ τροπάριον «᾿Ανέτειλας, Χριστέ, ἐκ παρθένου», τὸ ἀκρο­τε­λεύτιον τοῦ ὁποίου «Μάγους ὁδηγήσας» ψάλλεται (ἀρχο­μέ­νου τοῦ α΄ χοροῦ) μετὰ τῶν στίχων τοῦ Ϟβ΄ (92ου) ψαλμοῦ, ὡς ἐν τῷ Μη­ναίῳ, Δόξα, Καὶ νῦν, ὁ β΄ χορὸς τὸ αὐτὸ τροπάριον «᾿Ανέτειλας, Χριστὲ» ὁλόκληρον. Εἶτα τὸ η΄ ἀνάγνωσμα «Προσέθετο Κύριος», μεθ᾿ ὃ εὐθὺς ὁ ᾿Από­στολος –μετὰ τοῦ ἐν τῷ Μηναίῳ προκειμένου– τοῦ ἑσπε­ρι­νοῦ, Σαβ. α΄ ἑβδ. νηστ., «Πολυμερῶς καὶ πο­λυτρόπως» (῾Εβρ. α΄ 1-12)· Εὐαγ­γέλιον: τῆς γ΄ ὥρας, «᾿Εξῆλθε δόγμα» (Λκ. β΄ 1-20).

Εἶτα ἡ ἐκτενὴς «Εἴπωμεν πάντες» κ.τ.λ., ὡς ἐν τοῖς ἑορτα­σί­μοις ἑσπερινοῖς.

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ τὰ 3 ἰδιόμελα τῆς ἑορτῆς «Μέγα καὶ παράδοξον» κ.λπ., μετὰ τῶν πρὸ αὐτῶν στίχων τὰ δύο τε­λευταῖα, Δόξα, «Εὐφράνθητι, ᾿Ιερουσαλήμ», Καὶ νῦν, «Σπη­λαίῳ παρῴκησας».

«Νῦν ἀπολύεις», τρισάγιον κ.λπ..

ΑΠΟΛΥΤΙΚΙΟΝ «῾Η γέννησίς σου, Χριστὲ» τρίς.

ΑΠΟΛΥΣΙΣ (μεγάλη) μετὰ τοῦ χαρακτηριστικοῦ μόνον τῆς ἑορτῆς «῾Ο ἐν σπηλαίῳ γεννηθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, τὰ διὰ τὴν λι­τὴν στι­χηρὰ τῆς ἑορτῆς μετὰ τῶν Δόξα, Καὶ νῦν αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ· τρισάγιον κ.λπ., καὶ τὸ ἀπολυ­τί­κιον «῾Η γέν­νη­σίς σου, Χριστέ».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ρι­ος» τὸ ἀπολυτίκιον «῾Η γέννησίς σου, Χριστὲ» τρίς. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος «Αἰνεῖτε τὸ ὄνομα Κυρίου».]

ΚΑΘΙΣΜΑΤΑ τὰ τῆς ἑορτῆς κατὰ σειράν· τὸ α΄ ἀντί­φω­νον τοῦ δ΄ ἤχου, τὸ προκείμενον, Εὐαγγέλιον ὄρθρου, ὁ ν΄ ψαλ­μὸς χῦμα, καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ.

ΚΑΝΟΝΕΣ, οἱ δύο τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν αὐτῶν («ἄ­νευ στίχων»), Δόξα, Καὶ νῦν εἰς τὰ δύο τελευταῖα τροπά­ρια ἑκάστης ᾠδῆς τοῦ β΄ κανόνος· ἀπὸ γ΄ ᾠδῆς ἡ ὑπακοὴ «Τὴν ἀπαρχὴν τῶν ἐθνῶν» χῦμα· ἀφ᾿ ϛ΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ διπλαῖ οἱ εἱρμοὶ «Χριστὸς γεννᾶται» καὶ «῎Εσωσε λαόν»· (ἀντὶ τῆς ᾠδῆς τῆς Θεοτόκου Τὴν τιμιωτέ­ραν), ψάλλονται οἱ εἱρμοὶ καὶ τὰ τροπάρια τῆς θ΄ ᾠδῆς τῶν δύο κανό­νων μὲ τὰ ἐν τῷ Μηναίῳ με­γαλυνάρια τῆς ἑορτῆς· εἶτα οἱ δύο εἱρμοὶ μετὰ τῶν ἀντιστοίχων μεγα­λυναρίων «Με­γά­λυνον, ψυχή μου, τὴν τιμιωτέραν... Μυστήριον ξένον» καὶ «Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην... Στέργειν μὲν ἡμᾶς».

Τὸ ἐξαποστειλάριον ἐκ τρίτου, οἱ αἶνοι τοῦ Μηναίου, δο­ξολογία μεγάλη, καὶ τὸ ἀπολυτίκιον «῾Η γέννησίς σου, Χριστὲ» ἅπαξ.

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυ­μνίων αὐτῶν.

ΕΙΣΟΔΙΚΟΝ «᾿Εκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· ὤ­μοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰ­ῶ­να, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐκ παρθέ­νου τεχθείς, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «῾Η γέν­νη­σίς σου, Χριστὲ» καὶ τὸ κοντάκιον τῆς ἑορτῆς «῾Η παρθένος σή­μερον τὸν ὑπερούσιον τίκτει». ᾿Αντὶ τρισαγίου «Ὅσοι εἰς Χριστόν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος: τῆς ἑορτῆς –μετὰ τοῦ προ­κειμένου αὐτοῦ–, 25 Δεκ., «῞Οτε ἦλθε τὸ πλήρωμα τοῦ χρό­­νου» (Γαλ. δ΄ 4-7)· Εὐαγγέλιον: ὁμοίως, 25 Δεκ., «Τοῦ ᾿Ιησοῦ γεν­νη­θέντος ἐν Βηθλεέμ» (Μτθ. β΄ 1-12).

Καθεξῆς ἡ θεία λειτουργία τοῦ μεγάλου Βασιλείου· Εἰς τὸ ᾿Ε­ξαι­ρέτως «᾿Επὶ σοὶ χαίρει».

ΚΟΙΝΩΝΙΚΟΝ «Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ· ἀλλη­λούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς, «῾Η γέννησίς σου, Χριστὲ» ἅπαξ. Ἀπόλυσις ὡς εἰς τὸν ἑσπερινόν.

Σημείωσις. ᾿Απὸ τῆς σήμερον ἕως τῆς 4ης ᾿Ιανουαρίου (2012) ἐπι­τρέπεται κατάλυσις εἰς πάντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...