Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Μαρτίου 03, 2012

Τυπικόν της 4ης Mαρτίου 2012


Κυριακή: Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). 
Ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καί σεπτῶν Εἰκό­νων.
 Τοῦ Ὁσίου Πατρός ἡμῶν Γερασίμου τοῦ ἐν Ἰορδάνῃ καί 
τῶν Ἁγίων Μαρτύρων Παύλου καί Ἰουλιανῆς.
 
Ἦχος πλ.α΄ – Ἑωθινόν Ε΄.
Πατριαρχική καί Συνοδική Θ. Λειτουργία.
Τῷ Σαββάτῳ ἑσπέρας: Θ΄ ΩΡΑ
Ἀπολυτίκιον: «Μεγάλα τά τῆς πίστεως...».
Κοντάκιον: «Πίστιν Χριστοῦ...».
Ἀπόλυσις: Μικρά.
ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός – Ψαλτήριον.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: 
1.– Τά 3 Στιχηρά Ἀναστάσιμα· «Διά τοῦ τιμίου σου Σταυροῦ...
 – Ὁ τήν ἀνάστασιν διδούς... – Μέγα θαῦμα...».
 2.– Τό 3 Στιχηρά Ἀνατολικά·
 «Ἑσπερινήν προσκύνησιν... – Τόν ἀρχηγόν τῆς σωτηρίας... 
– Οἱ τῆς κουστωδίας ἐνηχοῦντο...»καί 
3.– Τά 4 Στιχηρά Προσόμοια τῆς Ἑορτῆς· «Σέ τόν ἀκατάληπτον...
 – Λόγῳ σε κηρύξαν­-
τες...– Φύσει ἀπερίγραπτος... – Ὑπέρτιμον κόσμησιν...».
Δόξα: Τό Ἰδιόμελον τῆς Ἑορτῆς· «Ἡ χάρις ἐπέλαμψε...».
Καί νῦν: Τό α΄ Θεοτοκίον τοῦ ἤχου· «Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ...».
Εἴσοδος: «Φῶς ἱλαρόν...». Τό Προκείμενον τῆς ἡμέρας.
Ἀπόστιχα: Τό Ἀναστάσιμον Στιχηρόν·«Σέ τόν σαρκωθέντα Σωτῆ­ρα...» καί
 τά κατ’ Ἀλφάβητον τοῦ ἤχου· «Νυγείσης σου τῆς πλευρᾶς... 
– Ξένη σου ἡ σταύρωσις... – Ὁ δι’ ἡμᾶς σαρκί πάθος δεξάμενος...».
 Δόξα, Καί νῦν: Τό ἕτερον Ἰδιόμελον τῆς Ἑορτῆς· «Οἱ ἐξ ἀσεβείας...».
Τρισάγιον.
Ἀπολυτίκια: 1.– Τό Ἀναστάσιμον· «Τόν συνάναρχον Λόγον...».
 2.– Δόξα, τῆς Ἑορτῆς· «Τήν ἄχραντον Εἰκόνα σου...» καί 
3.– Καί νῦν, τό ὁμόηχον Θεοτοκίον αὐτοῦ· «Πάντα ὑπέρ ἔννοιαν...».
Ἀπόλυσις.
Τῇ Κυριακῇ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ.
Μετά τόν Ν΄ Ψαλμόν, ὁ Τριαδικός Κανών τοῦ ἤχου·
«Κράτος τῆς ἑνιαίας...», τό διά τήν Λιτήν Ἰδιόμελον τοῦ Τριῳδίου Δόξα·
 «Χαίρετε, Προφῆται τίμιοι...». Καί νῦν, τό Θεοτοκίον αὐτοῦ·
 «Τήν πᾶσαν ἐλπίδα μου...», τά Τριαδικά· «Ἄξιόν ἐστιν...».
Τρισάγιον καί τό Ἀπολυτίκιον τῆς Ἑορτῆς· «Τήν ἄχραντον Εἰκόνα σου...».
ΟΡΘΡΟΣ
Ἑξάψαλμος.
Εἰς τό· «Θεός Κύριος...».
Ἀπολυτίκια: Τά τοῦ Ἑσπερινοῦ.
Καθίσματα: Τά Ἀναστάσιμα τῆς α΄ Στιχολογίας μετά Θεοτοκίου εἰς
 τό Καί νῦν·«Χαῖρε, πύλη Κυρίου...» (πρβλ. ὑποσημ.14) καί τῆς β΄ 
Στιχολογίας μετά τοῦ Θεοτοκίου αὐτῶν.
Τά Εὐλογητάρια – ἡ Ὑπακοή – οἱ Ἀναβαθμοί καί τό Προκείμενον τοῦ ἤχου.
Κανόνες: 1.– Ὁ Ἀναστάσιμος·«Ἵππον καί ἀναβάτην...», μετά τῶν Εἱρμῶν αὐτοῦ καί
2.– Τῆς Ἑορτῆς· «Σκιρτῶντες μετ’ εὐφροσύνης...» μετά στίχου· 
«Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι»,  ἀμφότεροι εἰς 4.
Ἀπό γ΄ ᾨδῆς·
Τό Ἀναστάσιμον Κοντάκιον καί ὁ Οἶκος (χῦμα) καί τά·
Μεσῴδια Καθίσματα: 1.– Τῆς Ἑορτῆς· «Τήν θείαν σου μορφήν...».
 2.– Δόξα·«Μορφάς τῶν Προφητῶν...» καί
 3.– Καί νῦν, τό Θεοτοκίον αὐτῶν· «Τοῖς πόθῳ σου Σεμνή...».
Ἀφ’ ς΄ ᾨδῆς·
Κοντάκιον – Οἶκος: Τῆς Ἑορτῆς.
Συναξάριον: Τῆς ἡμέρας καί τό Ὑπόμνημα τοῦ Τριῳδίου.
Καταβασίαι: «Θαλάσσης τό ἐρυθραῖον...».
Εὐαγγέλιον Ὄρθρου: Ε΄ Ἑωθινόν· «Ὁ Πέτρος ἀναστάς ἔδραμεν ἐπί
 τό μνημεῖον...»,κτλ. ὡς καί τῇ Κυριακῇ τοῦ Τελώνου καί Φαρισαίου (5ῃ Φεβρουαρίου).
Ἡ Τιμιωτέρα.
Εἱρμός θ΄ ᾨδῆς: «Λίθος ἀχειρότμητος...».
«Ἅγιος Κύριος...».
Ἐξαποστειλάρια: 1.– Τό Θ΄ Ἀναστάσιμον· Τό Ε΄ Ἀναστάσιμον· 
«Ἡ ζωή καί ὁδός Χριστός...»
2.– Τῆς Ἑορτῆς· «Σκιρτήσατε, κροτήσατε...» καί 3.– Τό Θεοτοκίον αὐτοῦ· 
«Ῥομφαῖαι νῦν ἐξέλιπον...».
Αἶνοι: 1.– Τά 4 Στιχηρά Ἀναστάσιμα· «Κύριε, ἐσφραγισμένου τοῦ τάφου... 
– Κύριε, τούς μοχλούς τούς αἰωνίους... – Κύριε, αἱ γυναῖκες... – Κύριε, ὥσπερ ἐξῆλθες...» καί
 2.– Τά 3 Στιχηρά Προσ­όμοια τῆς Ἑορτῆς· «Ἐν σοί νῦν ἀγάλλεται...
 – Σαρκός τό ἐκτύπω­μα... – Ἡμέρα χαρμόσυνος...» εἰς 4, τό πρῶτον δίς,
 μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα, ἀντιστρόφως τῆς
 ἐν τῷ Τριῳδίῳ σειρᾶς.
Δόξα: Τό Ἰδιόμελον τοῦ Τριῳδίου· «Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας...».
Καί νῦν: «Ὑπερευλογημένη...».
Δοξολογία: Μεγάλη.
«Σήμερον σωτηρία...».
ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνα: Τῆς Ἑορτῆς.
Ἀντίφωνον α΄.
Ἦχος β΄.
«Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Καί γάρ ἐστερέωσε τήν οἰκουμένην,   ἥτις οὐ σαλευθήσεται.
Τίς λαλήσει τάς δυναστείας τοῦ Κυρίου,  ἀκουστάς ποιήσει πάσας τάς αἰνέσεις Αὐτοῦ;
Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπό Κυρίου, οὕς ἐλυτρώσατο ἐκ χειρός ἐχθροῦ.
Δόξα... Καί νῦν...».                                                     
Ἀντίφωνον β΄.
Ἦχος ὁ αὐτός.
«Ἐξομολογησάσθωσαν τά ἐλέη αὐτοῦ καί τά θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.
Ὑψωσάτωσαν αὐτόν ἐν ἐκκλησίᾳ λαοῦ καί ἐν καθέδρᾳ πρεσβυτέρων.
Ὀφθαλμοί Κυρίου ἐπί τούς ἐλπίζοντας ἐπί τό ἔλεος αὐτοῦ.
Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τούς υἱούς τῶν τεθανατωμένων.  
Δόξα... Καί νῦν... Ὁ Μονογενής Υἱός...».          
Ἀντίφωνον γ΄.
Ἦχος ὁ αὐτός.
«Αἰνεσάτωσαν αὐτόν οἱ οὐρανοί καί ἡ γῆ.
Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καί εὐφρανθῶμεν ἐν αὐτῇ.
Κύριε, ὁ Θεός μου, εἰς τόν αἰῶνα ἐξομολογήσομαί σοι».                                             
Εἴσοδος.
Εἰσοδικόν: «Δεῦτε προσκυνήσωμεν... ὁ ἀναστάς ἐκ νεκρῶν...».
Μετά τήν Εἴσοδον.
Ἀπολυτίκια: 1.– Τό Ἀναστάσιμον·«Τόν συνάναρχον Λόγον...». 
2. Τῆς Ἑορτῆς·«Τήν ἄχραντον Εἰκόνα σου...» καί
 3.– Τοῦ Ναοῦ.
Κοντάκιον: «Τῇ ὑπερμάχῳ...».
Τρισάγιον.
Ἀπόστολος: Κυριακῆς α΄ ἑβδομάδος Νηστειῶν
· «Πίστει Μωϋσῆς μέγας γενόμενος...» (Ἑβρ. ια΄ 24-26, 32-40).
Εὐαγγέλιον: Ὁμοίως· «Ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τήν Γαλιλαίαν...» 
(Ἰω. α΄ 44-52).
Καθεξῆς ἡ Θ. Λειτουργία τοῦ Μεγάλου Βασιλείου.
Εἰς τό Ἐξαιρέτως: «Ἐπί σοί χαίρει...».
Κοινωνικόν: «Αἰνεῖτε...».
«Εἴδομεν τό φῶς...», κτλ.
Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ.
Μετά τήν Ἀπόλυσιν ἐξέρχονται οἱ Ἱερεῖς, οἱ δύο Διάκονοι (Τριτεύων 
καί Διάκονος τῆς Σειρᾶς), οἱ Ἀρχιερεῖς, οἱ ἕτεροι δύο Διάκονοι 
(Ἀρχιδιάκονος καί Δευτερεύων) καί ὁ Πατριάρχης καί λαμβάνουσι
 τάς θέσεις αὐτῶν καί τελεῖται τό Τρισάγιον τῶν ὑπέρ τῆς Ὀρθοδόξου
 ἡμῶν πίστεως ἀγωνισαμένων καί τελειωθέντων.
Ὁ Μ. Ἀρχιδιάκονος: «Εὐλόγησον, Δέσποτα.».
Ὁ Πατριάρχης: «Εὐλογητός ὁ Θεός...».
Ὁ Μ. Ἀρχιδιάκονος: Τρισάγιον, κτλ.
    Ὁ Πατριάρχης: «Ὅτι σοῦ ἐστιν...».
Οἱ Χοροί: Ἐναλλάξ τό· «Μετά πνευμάτων...». «Εἰς τήν κατάπαυσίν σου...». 
Δόξα· «Σύ εἶ ὁ Θεός...». Καί νῦν· «Ἡ μόνη ἁγνή...».
Ὁ Μ. Ἀρχιδιάκονος: «Ἐλέησον ἡμᾶς ὁ Θεός».
Ὁ Δευτερεύων: «Τοῦ Κυρίου δεηθῶμεν».
Ὁ Πατριάρχης: «Ὁ Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν θάνατον
 καταπατήσας, τόν δέ διάβολον καταργήσας καί ζωήν τῷ κόσμῳ σου 
δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον τάς ψυχάς τῶν ὑπέρ τῆς
 Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων καί τελειωθέντων ἐν αὐτῇ 
ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, 
λύπη καί στεναγμός. Πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν ἐν λόγῳ ἤ
 ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ 
ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· σύ γάρ μόνος
 ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ
 λόγος σου ἀλήθεια».
Ὁ Τριτεύων: «Τοῦ Κυρίου δεηθῶμεν».
Ὁ Πατριάρχης: «Ὅτι σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις 
τῶν ὑπέρ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων καί τελειωθέντων
 ἐν αὐτῇ, Χριστέ ὁ Θεός ἡμῶν καί σοί τήν δόξαν ἀναπέμπομεν σύν 
τῷ ἀνάρχῳ σου Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου 
Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων».
Ὁ Διάκονος τῆς Σειρᾶς: «Τοῦ Κυρίου δεηθῶμεν».
Οἱ Ἀρχιερεῖς κατά σειράν: «Ὅτι σύ εἶ ἡ ἀνάστασις...».
καί οἱ Ἱερεῖς ἐπίσης κατά σειράν.
Ὁ Πατριάρχης: «Δόξα σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.
 Ὁ καί νεκρῶν καί ζώντων τήν ἐξουσίαν ἔχων ὡς ἀθάνατος βασιλεύς 
καί ἀναστάς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις 
τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων
 Ἀποστόλων, τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων
 προπατόρων Ἀβραάμ, Ἰσαάκ καί Ἰακώβ, τοῦ ἁγίου καί δικαίου 
φίλου αὐτοῦ Λαζάρου, τοῦ τετραημέρου καί πάντων τῶν ἁγίων, 
τάς ψυχάς τῶν ὑπέρ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως ἀγωνισαμένων
 καί τελειωθέντων ἐν αὐτῇ δούλων αὐτοῦ, ἐν σκηναῖς δικαίων τάξαι,
 ἐν κόλποις Ἀβραάμ ἀναπαῦσαι καί μετά δικαίων συναριθμῆσαι, 
ἡμᾶς δέ ἐλεῆσαι καί σῶσαι ὡς ἀγαθός καί φιλάνθρωπος».
Ὁ Πατριάρχης: «Δι’ εὐχῶν τῶν ἁγίων...».
Ὁ Ἱερεύς: «Δι’ εὐχῶν τοῦ ἁγίου Δεσπότου...».
Οἱ Χοροί: «Ἀμήν».
Εἶτα προπορευομένων τῶν λαμπαδούχων, τῶν ἑξαπτερύγων, τοῦ Ἄρ­χοντος
 Πριμηκηρίου φέροντος τό Διβάμβουλον, τῶν Χορῶν ψαλλόντων τήν 
Καταβασίαν· «Ἐπαρθέντα σέ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπί Σταυροῦ τόν Ἥ­λιον...»,
 τῶν δύο Ἱερέων φερόντων τήν Εἰκόνα τοῦ Χριστοῦ, τῶν δύο Διακόνων
 (Τριτεύοντος καί Διακόνου τῆς Σειρᾶς), τῶν Ἀρχιερέων, τῶν ἑτέρων
 δύο Διακόνων (Ἀρχιδιακόνου καί Δευτερεύοντος) καί τοῦ Πατριάρχου 
κρατοῦντος εἰς τήν δεξιάν αὐτοῦ μικράν εἰκόνα τοῦ Χριστοῦ, ἐξέρχεται ἡ 
πομπή τοῦ Π. Πατριαρχικοῦ Ναοῦ καί ἀνέρχεται εἰς τόν Πατριαρχικόν
 Οἶκον. Εἰς τόν ἐξώστην ὁ Πατριάρχης διά τῆς εἰκόνος τοῦ Χριστοῦ εὐλογεῖ
 τά πλήθη καί εἰσέρχεται πορευόμενος πρός τό Π. Παρεκκλήσιον, ἔνθα
 ἀπεκδύεται τά ἄμφια αὐτοῦ, τῶν Χορῶν ψαλλόντων τόν πολυχρονισμόν αὐτοῦ· 
καί οὕτω λήγει ἡ ὅλη Ἀκολουθία.
Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας: Θ΄ ΩΡΑ
Ἀπολυτίκια: 1.– «Τόν συνάναρχον Λόγον...». 2.– Δόξα· «Τήν ἄχραντον Εἰκόνα σου...».
Κοντάκιον: «Ὁ ἀπερίγραπτος Λόγος...».
Ἀπόλυσις: Μικρά· «Ὁ ἀναστάς ἐκ νεκρῶν...».
ΕΣΠΕΡΙΝΟΣ
Προοιμιακός.
Εἰς τό· «Κύριε, ἐκέκραξα...».
Ἑσπέρια: 1.– Τά 4 Στιχηρά Κατανυκτικά τοῦ πλ. α΄ ἤχου·
«Κύριε, ἁμαρτάνων οὐ παύομαι... – Κύριε, καί τόν φόβον σου...
 – Οἴμοι! τί ὁμοιώθην ἐγώ... – Τά πλήθη τῶν πταισμάτων μου...». 
2.– Τά 3 Στιχηρά Προσόμοια τοῦ Τριῳδίου· «Δίδου μοι κατάνυξιν... 
– Μωσῆς ὁ θεσπέσιος... – Τά τῶν Νηστειῶν νῦν δισέβδομα» καί
 3.– Τά 3 Στιχηρά Προσόμοια τοῦ Ὁσιομάρτυρος 
ἐκ τοῦ Μηναίου (5ῃ Μαρτίου)·«Μάρτυς παναοίδιμε πολλαῖς...
 – Κόνων παναοίδιμε φωτί... – Κόνων ἀξιάγαστε ναός...».
Δόξα, Καί νῦν: Τό συνακολουθοῦν Προσόμοιον Θεοτοκίον
·«Χαῖρε ξένον ἄκουσμα Ἁγνή...».
Εἴσοδος: «Φῶς ἱλαρόν...». Τό μέγα Προκείμενον· 
«Ἔδωκας κληρονομίαν...», μετά τῶν πρό αὐτοῦ στίχων, ὡς ἐν τῷ Τριῳδίῳ.
Ἀπόστιχα: Τό Στιχηρόν Ἰδιόμελον τοῦ Τριῳδίου· 
«Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς...»,δίς καί τό Μαρτυρικόν·
 «Μάρτυρες Κυρίου...», μετά τῶν στίχων αὐτῶν.
Δόξα, Καί νῦν: Τό ὁμόηχον Θεοτοκίον αὐτῶν· «Τά οὐράνια ὑμνεῖ σε...».
Τρισάγιον.
κτλ. ὡς εἰς τό ἑσπέρας τῆς Κυριακῆς τῆς Τυρινῆς.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...