Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Κυριακή, Νοεμβρίου 27, 2011

Περί ακτημοσύνης της ουρανοδρόμου-Οσίου Ιωάννου του Σιναΐτου (της Κλίμακος)

undefinedΚυριακή ΙΓ΄ Λουκά: Ο φιλοχρήματος νέος
Οσίου Ιωάννου του Σιναΐτου (της Κλίμακος)
Λόγος ΙΣΤ΄ : Περί φιλαργυρίας και περί ακτημοσύνης 
(απόσπασμα)
Περὶ ἀκτημοσύνης τῆς οὐρανοδρόμου
Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος·
ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος· οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ· τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται.
Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν.
Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται·
Oἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι· ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες. Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν. Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα.
Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω· ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται.
Ἄλογος ἀκτήμων δύο ἀδικεῖται· τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος. Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι.
Οὐ γὰρ μεριμνῶσιν, οὐδὲ συνάγουσιν· μέγας γὰρ ὁ ἀποκτώμενος εὐσεβῶς χρήματα· ἅγιος δὲ ὁ ἀποκτώμενος τὸ ἑαυτοῦ θέλημα.
Ὁ μὲν ἑκατονταπλασίονα ἢ διὰ χρημάτων, ἢ διὰ χαρισμάτων λήψεται· ὁ δὲ ζωὴν αἰώνιον κληρονομήσει·
Oὐκ ἐκλείψει κύματα θάλασσαν, οὐδὲ φιλάργυρον ὀργὴ καὶ λύπη.
Ὁ καταφρονήσας ὕλης, ἐλυτρώθη δικαιολογίας καὶ ἀντιλογίας· ὁ δὲ φιλοκτήμων ὑπὲρ ῥαφίδος ἕως θανάτου πυκτεύει·
Πίστις ἀκλινὴς περικόψει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα.
Οὐκ ἦν ἐν τῷ Ἰὼβ φιλαργυρίας ἴχνος· διὸ καὶ στερηθεὶς, ἀθόρυβος ἔμεινε.
Ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ λέγεται ἡ φιλαργυρία· μῖσος γὰρ, καὶ κλοπὰς, καὶ φθόνους, καὶ χωρισμοὺς, καὶ ἔχθρας, καὶ ζάλας, καὶ μνησικακίας, καὶ ἀσπλαγχνίας, καὶ φόνους αὕτη ἐποίησε.
Διὰ μικροῦ πυρός τινες πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μικρᾶς ἀρετῆς ὅλα τὰ παρόντα, καὶ τὰ εἰρημένα ἔφυγον πάθη· αὕτη καλεῖται ἀπροσπάθεια. Ταύτην δὲ ἔτεκε πεῖρα καὶ γεῦσις γνώσεως Θεοῦ, καὶ φροντὶς ἀπολογίας ἐξόδου.
Οὐκ ἠγνόηται μὲν τῷ μετὰ προσοχῆς ἀνεγνωκότι πάσης τῆς μητροκάκου ὁ λόγος. Φησὶ γὰρ ἐν τῇ πονηρᾷ αὐτῆς καὶ ἐπαράτῳ τεκνογονίᾳ, δεύτερον αὐτῆς εἶναι ἀπόγονον, τὸν ἀναισθησίας λίθον· κεκώλυκε δέ με τὴν οἰκείαν αὐτῷ τάξιν ἀπονεῖμαι ὁ πολυκέφαλος τῆς εἰδωλολατρίας ὄφις. Τρίτην πῶς οὐκ οἶδα λαχὼν παρὰ τοῖς διακριτικοῖς τῶν πατέρων ἐν τῇ τῶν ὀκτὼ ἀλύσει· ὃν συμμέτρως ἀποπεράναντες λέγειν λοιπὸν περὶ ἀναισθησίας βουλόμεθα, ὡς τρίτης ὑπαρχούσης τῆςἐν γενέσει δευτέρας, μεθ᾿ ἣν λοιπὸν καὶ περὶ ὕπνου καὶ ἀγρυπνίας· οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τῆς νηπιώδους καὶ ἀνάνδρου δειλίας, βραχέα διαλάβωμεν· εἰσαγωγικῶν γὰρ τὰ τοιαῦτα νοσήματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...