Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Τετάρτη, Φεβρουαρίου 13, 2013

Προσευχή γιά ἐγκυμοσύνη, γιά εὐλογία, προστασία καί γαλήνη στή μητέρα καί τό κυοφορούμενο τέκνο.







Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος . Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά
ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.
Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε,
δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.


Ψαλμός 33

Εὐλογήσω τόν Κύριον ἐν παντί καιρῶ διά παντός ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίω ἐπαινεθήσεται ἡ ψυχή μου ἀκουσάτωσαν πραεῖς, καί εὐφρανθήτωσαν. Μεγαλύνατε τόν Κύριον σύν ἐμοί, καί
ὑψώσωμεν τό ὄνομα αὐτοῦ ἐπί τό αὐτό. Ἐξεζήτησα τόν Κύριον, καί ἐπήκουσέ μου καί ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατο μέ. Προσέλθετε πρός αὐτόν καί φωτίσθητε, καί τά πρόσωπα ὑμῶν οὐ μή
καταισχυνθῆ. Οὗτος ὁ πτωχός ἐκέκραξε καί ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καί ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.παρεμβάλει ἄγγελος Κυρίου κύκλω τῶν φοβούμενων αὐτόν καί ρύσεται αὐτούς.

Γεύσασθε καί ἴδετε ὅτι χρηστός ὁ Κύριος μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ’ αὐτόν. Φοβήθητε τόν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καί
ἐπείνασαν, οἱ δέ ἐκζητοῦντες τόν Κύριον οὐκ ἐλαττωθήσονται παντός ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἔστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθᾶς;

Παῦσον τήν γλωσσάν σου ἀπό κακοῦ καί χείλη σου τοῦ μή λαλῆσαι δόλον. Ἔκκλινον ἀπό κακοῦ καί ποίσηον ἀγαθόν, ζήτησον εἰρήνην καί δίωξον αὐτήν. Ὀφθαλμοί Κυρίου ἐπί δικαίους, καί ὦτα αὐτοῦ εἰς
δέησιν αὐτῶ. Πρόσωπον δέ Κυρίου ἐπί ποιοῦντας κακά του ἐξολοθρεῦσαι ἐκ γής τό μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι, καί ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καί ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο
αὐτούς. Ἐγγύς Κύριος τοῖς συντετριμμένοις τήν καρδίαν καί τούς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαί αἵ θλίψεις τῶν δικαίων, καί ἐκ πασῶν αὐτῶν ρύσεται αὐτούς ὁ Κύριος φυλάσσει Κύριος πάντα τά ὀστᾶ
αὐτῶν, ἐν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καί οἱ μισοῦντες τόν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχᾶς δούλων αὐτοῦ, καί οὐ μή πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες
ἐπ’ αὐτόν.


Ψαλμός 124

Οἱ πεποιθότες ἐπί Κύριον ὡς ὅρος Σιῶν οὐ σαλευθήσεται εἰς τόν αἰώνα ὁ κατοίκων Ἱερουσαλήμ. Ὅρη κύκλω αὐτῆς, καί ὁ κύριος κύκλω τοῦ λαοῦ αὐτοῦ ἀπό τοῦ νῦν καί ἕως τούς αἰῶνος. Ὅτι οὐκ ἀφήσει
Κύριος τήν ράβδον τῶν ἁμαρτωλῶν ἐπί τόν κλῆρον τῶν δικαίων, ὅπως ἄν μή ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαιας χείρας αὐτῶν. Ἀγάθυνον, Κύριε τοῖς ἀγαθοῖς καί τοῖς εὐθέσι τή καρδία τους δέ ἐκκλίνοντας εἰς
τάς στραγγαλιᾶς ἀπάξει Κύριος μετά τῶν ἐργαζομένων τήν ἀνομίαν. Εἰρήνη ἐπί τόν Ἰσραήλ.


Εὐαγγέλιον
Κατά Λουκᾶν, κέφ. 1/39-56

Ἀναστάσα δέ Μαριάμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ
τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησεν τό βρέφος ἐν τή κοιλία αὐτῆς καί ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός
τῆς κοιλίας σου. Καί πόθεν μοί τοῦτο ἴνα ἔλθη ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὠτά μου, ἐσκίρτησεν τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί
μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ σωτηρί μου, ὅτι ἐπέβλεψεν
ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριουσί μέ πᾶσαι αἵ γενεαί ὅτι ἐποίησε μοί μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὐτοῦ, καί τό ἔλεος αὐτοῦ εἰς γενεᾶς γενεῶν τοῖς
φοβουμένοις αὐτόν. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοία καρδίας αὐτῶν καθεῖλε δυνάστας ἀπό θρόνων καί ὕψωσε ταπεινούς, πεινώντας ἐνέπλησεν ἀγαθῶν καί
πλουτοῦντας ἐξαπέστειλε κενούς. Ἀντελάβετο Ἰσραήλ παιδός αὐτοῦ, μνησθῆναι ἐλέους καθώς ἐλάλησε πρός τούς πατέρας ἠμῶν, τῷ Ἀβραάμ καί τῷ σπέρματι αὐτοῦ εἰς τόν αἰώνα. Ἔμεινε δέ Μαριάμ σύν
αὐτή ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Κομβοσχοίνι: Τό «Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον μέ» & «Ἅγιε Ἀρσένιε, πρέσβευε ὑπέρ ἠμῶν»


Ἀπολυτίκιον. Ἁγίας Μαρίνης

Μνηστευθεῖσα τῷ Λόγω Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τήν σχέσιν πάσαν κατέλιπες, καί ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος, τόν γάρ ἀόρατον ἐχθρόν, κατεπάτησας στερρῶς, ὀφθέντα σοί, Ἀθληφόρε. Καί
νῦν πηγάζεις τῷ κόσμω τῶν ἰαμάτων τά χαρίσματα.

Δί εὐχῶν τῶν Ἁγίων Πατέρων ὑμῶν Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός Ἐλέησον καί σώσων ὑμᾶς. 
Ἀμήν.

Του Αγίου Αρσενίου του Καππαδόκη

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...