Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Σάββατο, Ιουνίου 22, 2013

ΤΗ ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ – ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ

Δευτέρα 24 Ἰουνίου.
Δευτέρα μετὰ τὴν Πεντηκοστὴν, ἤτοι· Τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος. Τό Γενέσιον τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.

Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ Πανάγιον καὶ ζωο-ποιὸν καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν εὐλογητόν του ἱερέως, τὸ· Δεῦτε προσκυνήσωμεν…καὶ ὁ προοιμιακὸς ψαλμός. Εἰς τὸ·Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τοῦ Προδρόμου· Ἐκ στειρεούσης γεγέννηται νηδύος…Ὁ σιτευτός νῦν τῆς ἐγκρατείας μόσχος…Ὁ κατά θείαν τεχθεῖς ἐπαγγελίαν…δευτεροῦντες τὸ α΄. Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Πρέπει τῷ Ἰωάννη ἡ εὐωδία…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Δεῦτε λαοί τήν τρισυπόστατον Θεότητα προσκυνήσωμεν…Τὸ· Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἑορτῆς· Τίς Θεός μέγας…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον τὰ στιχηρά τοῦ Προδρόμου· Τράνωσόν σου λαμπρῶς… Ὤφθης ἐκ μητρικῶν…Λύεις τήν τοῦ πατρός…μετὰ τῶν στίχων αὐτῶν. Δόξα… Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς·Γλῶσσαι ποτέ συνεχύθησαν…Τὸ· Νῦν ἀπολύεις…Τρισάγιον…καὶ τὸ Ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Δόξα…Καί νῦν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέγο-μεν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσ-σας συνέχεε
Ἐν τῷ μεγάλῳ ἐσπερινῷ  

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ὅλον. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῶν αἴνων τῆς ἑορτῆς γ΄· Παράδοξα σήμερον…Τὸ Πνεῦμα τὸ Ἅγιον, ἦν με ἀεί, καί ἔστι…Τὸ Πνεῦμα τὸ Ἅγιον, φῶς, καὶ ζωή…δευτεροῦντες τὸ α΄. Εἴτα τά δ΄ ἰδιόμελα τοῦ Προδρόμου· Λύει τοῦ Ζαχαρίου τήν σιωπήν…Σήμερον ἡ φωνή τοῦ Λόγου…Θεοῦ Λόγου μέλ-λοντος…Ἐπέφανε σήμερον ὁ μέγας Πρόδρομος…Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Σήμερον τοῦ φωτός ὁ λύχνος…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Βασιλεῦ οὐράνιε…Εἴσοδος, τὸ· Φῶς ἱλαρόν…καὶ τὸ προκείμενον τῆς ἑορτῆς· Τίς Θεός μέγας…μετὰ τῶν στίχων αὐτῶν. Καὶ εὐθὺς ὁ διάκονος ἢ ὁ ἱερεὺς λέγει· Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ ἡμῶν κλινόντων τὰ γόνατα ἐπὶ τῆς γῆς, κλίνας ὁ ἱερεὺς τὰ γόνατα αὐτοῦ ἔσωθεν τῶν ἁγίων θυρῶν ἀπὸ τοῦ βήματος ἀναγι-νώσκει μεγαλοφώνως τὴν εὐχὴν· Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε… μεθ’ ἣν ἐπισυνάπτει καὶ τὴν εὐχὴν·Εὐλογητὸς εἶ Κύριε Δεσπότα παντο-κράτορ…Εἶτα ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνά-στησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι, καὶ πάντων ἀνιστα-μένων, ἑξακολουθεῖ ὁ διάκονος· Τῆς Παναγίας ἀχράντου…ὁ ἱερεὺς ἐκ-φώνως· Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς. Ὁ διάκονος ἢ ὁ ἱερεὺς· Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς…κτλ., καὶ εὐθὺς ὁ ἱερεὺς τὴν ἐκφώ-νησιν· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…Εἶτα ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἔτι, καὶ ἔτι κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ πάντων κλι-νόντων τὰ γόνατα, ἐπεύχεται ὁ ἱερεὺς τὰς εὐχὰς· Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν…καὶ Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς…Μεθ’ ἂς ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτιΤῆς Παναγίας ἀχράντου….ὁ ἱερεὺς ἐκφώνως· Εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ. Εἶτα τὸ· Καταξίωσον Κύριε…Μετὰ δὲ τοῦτο λέγει ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ πάντων κλινόντων τὰ γόνατα, ἀναγινώσκει ὁ ἱερεὺς μεγαλοφώνως τὴν εὐχὴν· Ἡ ἀενάως βρύσουσα ζωτικὴ καὶ φω-τιστικὴ πηγή…μεθ’ ἣν ἐπισυνάπτει καὶ τὴν εὐχὴν· Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος…καὶ τελευταῖον τὴν εὐχὴν· Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος…Εἶτα ἀνισταμένων πάντων, λέγει ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτιΤῆς Πα-ναγίας ἀχράντου…ὁ δὲ ἱερεὺς ἐκφώνως·Σῦ γὰρ εἰ ἡ ἀνάστασις τῶν ψυ-χῶν καὶ τῶν σωμάτων ἡμῶν…Ὁ διάκονος ἢ ὁ ἱερεὺς· Πληρώσωμεν τὴν ἐσπερινὴν δέησιν...κτλ., ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φι-λάνθρωπος… Εἰρήνη πᾶσι….ὁ χορὸς· Καὶ τῷ Πνεύματί σου. Ὁ διάκονος ἢ ὁ ἱερεὺς· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν…ὁ χορός· Σοὶ Κύριε… Καὶ ὁ ἱερεὺς εὔχεται μυστικῶς τὴν εὐχὴν τῆς κεφαλοκλισίας· Κύριε ὁ Θεὸς ἡμῶν ὁ κλίνας τοὺς οὐρανούς…καὶ εἶτα ἐκφωνεῖ·Εἴη τὸ κράτος τῆς βασιλείας σου…Καὶ μετ’ αὐτήν, ἀπερχόμεθα εἰς τήν λιτήν ψάλλοντες τά ἰδιόμελα τοῦ Προδρόμου· Σταλάξατε τά ὅρη γλυκασμόν…Ἡ θεοσήμαντος φωνή…Κῆρυξ γέγονας τοῦ ἀμνοῦ τοῦ Θεοῦ…Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Τόν ἐν Προφήταις ὄρον…Καί νῦν…τό ἰδιόμελον τῆς ἑορτῆς· Ὄτε τό Πνεῦμα σου, καταπέμψας…Εἰς τόν στίχον ψάλλομεν τὰ γ΄ ἰδιό-μελα τῆς ἑορτῆς· Νῦν εἰς σημεῖον τοῖς πᾶσι…Νῦν τὸ Παράκλητον Πνεῦμα… Νῦν περιβάλλονται κράτος…μετὰ τῶν στίχων αὐτῶν. Δόξα…τό ἰδιό-μελον τοῦ Προδρόμου· Ἠσαϊου νῦν τοῦ Προφήτου…Καὶ νῦν…τὸ ἰδιό-μελον τῆς ἑορτῆς· Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνή-σωμεν…Τό· Νῦν ἀπολύεις…Τό τρισάγιον…καὶ τὸ ἀπολυτίκιον  τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Και νύν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Ἡ εὐλόγησις τῶν ἄρτων, καὶ ἠ ἀνάγνωσις. Εἶτα τὰ λοιπὰ τῆς ἀγρυπνίας.

Μὴ τελουμένης ἀγρυπνίας, τό πρωῒ, τό καθ’ ἡμέραν μεσονυκτικόν.  Εἰς δέ τό α΄ τρισάγιον, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Εἰς δέ τό β΄ τρισάγιον, το ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα και Πρόδρομε…Είτα τα λοιπά τοῦ μεσονυκτικοῦ και ἀπόλυσις.


Ἐν τῷ ὄρθρῳ

Εἰς τό· Θεὸς Κύριος…τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Και νύν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν… Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Δ΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλ-λεται τὸ κάθισμα τοῦ Προδρόμου· Νῦν ἐβλάστησεν ἡμίν…Δόξα…τό αὐτό Καί νῦν…τῆς ἑορτῆς· Τὴν μεθέορτον πιστοὶ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Ε΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλεται τό κάθισμα τοῦ Προδρόμου· Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή…Δόξα…τό αὐτό…Καί νῦν…τῆς ἑορτῆς· Ἥ του Πνεύματος πηγὴ… Εὐθὺς ὁ πολυέλεος, μεθ’ ὃν κάθισμα τοῦ Προδρόμου· Ἀγαλλιάσθω ὁ πατήρ…Δόξα…τό αὐτό…Καί νῦν…τῆς ἑορτῆς· Μετά τήν ἔγερσιν Χριστέ Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου. Προκείμενον·Καί σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γάρ πρό προσώπου Κυρίου, ἐτοιμάσαι ὁδούς αὐτοῦ…μετὰ τοῦ στίχου αὐτοῦ. Τὸ· Πᾶσα πνοή… Εἶτα τὸ Εὐαγγέλιον τοῦ Προδρόμου· Τῷ καιρῷ ἐκείνω, συνέλαβεν Ἐλι-σάβετ…(Λουκ. Κεφ. α΄. 24-25, 57-68, 76,80). Ὁ ν΄ ψαλμὸς χῦμα. Δόξα· Ταῖς τοῦ σοῦ Προδρόμου…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου….Εἳς τὸν στίχον, τὸ ἰδιόμελον τοῦ Προδρόμου·Ὁ ἐκ κοιλίας μητρός ἁγιασθεῖς… 

Εἶτα οἱ κανόνες ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια, ὁ ἰαμβικὸς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια και του Προδρόμου οι δύο, άνευ ειρμών, εις η΄ τροπάρια. Οὐ λέγομεν δὲ ἐν αὐτοῖς στίχους τῶν ᾠδῶν. Οἱ μὲν εἱρμοὶ ἄνευ στίχου, τὰ τροπάρια τῆς ἑορτῆς, μετὰ τοῦ στίχου· Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, τά δέ τροπάρια τοῦ Προδρόμου μετά τοῦ στίχου· Βαπτιστᾶ τοῦ Χριστοῦ πρέσβευε ὑπέρ ἡμῶν. Κατά-βασίαι, οἱ εἱρμοὶ τοῦ ἰαμβικοὺ κανόνος· Θείῳ καλυφθείς…Ἀπὸ γ΄ ᾠδῆς, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…καὶ ὁ οἶκος αὐτῆς· Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου…Εἴτα κάθισμα τοῦ Προδρόμου· Ὥσπερ ἥλιος φαιδρός…Δόξα…τό αὐτό…Καὶ νῦν…τῆς ἑορτῆς· Τό Πανάγιον Πνεῦμα νῦν κατελθῶν…Ἀφ’ ἕκτης, Συνα-ξάριον τοῦ Μηναίου, εἶτα τοῦ Πεντηκοσταρίου. Ἡ τιμιωτέρα οὐ στιχο-λογείται, ἀλλὰ ψάλλεται ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς καί τοῦ Προδρόμου, μετὰ τῶν ρηθέντων στίχου. Καταβασία· Χαίροις ἄνασσα

Ἑξαποστειλάρια· Τοῦ Προδρόμου· Τό τοῦ Προδρόμου σήμερον…τῆς ἑορτῆς· Τὸ Πανάγιον Πνεῦμα…καὶ τὸ ἕτερον· Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους Ϟ΄ καὶ ψάλλομεν τὰ γ΄ ἰδιόμελα τῆς ἑορτῆς· Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σέ… Ἐν ταῖς αὐλαῖς σου Κύριε…Καί τοῦ Προδρόμου προσόμοια γ΄· Ὤ τοῦ πα-ραδόξου θάυματος! ἐκ γηραλέας μητρός…Ὤ τοῦ παραδόξου θαύματος! ἐνγεννητοῖς γυναικῶν…Ὤ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ... Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Ἀστήρ ἀστέρων Πρόδρομος…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Γλῶσσαί ποτέ συνεχύθησαν…Δοξολογία μεγάλη, ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν… Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Και νύν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Ἐκτενής, ἀπόλυσις καὶ ἡ α΄ ὥρα  ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Ἐν μὲν τῇ α΄ καί Ϟ΄ ὥρα, Δόξα…ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Ἐν δὲ τῇ γ΄ καὶ θ΄ ὥρα, Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε… Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον δὲ πασῶν τῶν ὡρῶν, τὸ κοντάκιον μόνον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε
  
Εἰς τὴν Λειτουργίαν     

Τὰ τυπικά. Ἐν δὲ τοῖς μακαρισμοῖς, ἐκ μὲν τοῦ πρώτου κανόνος τῆς ἑορτῆς, ἡ γ΄ ᾠδὴ σὺν τῷ εἱρμῷ, εἰς δ΄ τροπάρια, ἐκ δὲ τοῦ ἰαμβικοῦ κα-νόνος, ἡ γ΄ ᾠδὴ σὺν τῷ εἱρμῷ, εἰς δ΄ τροπάρια καί ἐκ τοῦ α΄ κανόνος τοῦ Προδρόμου, ἡ Ϟ΄ ωδή, ἄνευ εἱρμοῦ, εις δ΄ τροπάρια. Εἰσοδικὸν τὸ· Ὑψώ-θητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ ἀπο-λυτικὸν τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Δόξα…τό κοντάκιον τοῦ Προδρόμου· Ἡ πρίν στείρα σήμερον…Καὶ νῦν…τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…Τρισάγιον. Προκείμενον καὶ ἀλληλουϊάριον τῆς Δευ-τέρας τοῦ ἁγίου Πνεύματος. Ἀπόστολος καὶ εὐαγγέλιον τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος καί τοῦ Προδρόμου, ἤτοι: Ἀπόστολος· α΄.τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος· Ὡς τέκνα φωτὸς περιπατεῖτε…(Ἐφεσ. ε΄ 8-19), ὁ ζήτει τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος και β΄. τοῦ Προδρόμου· Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία… (Ρωμ. Κεφ. ιγ΄. 11-14, ιδ΄. 1-4), ὁ ζήτει τῇ Κυριακῇ τῆς Τυροφάγου. Εὐαγγέλιον· α΄. τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος· Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων… (Ματθ. ιη΄ 10-20), ὁ ζήτει τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος και β΄. τοῦ Προ-δρόμου· Ἐπειδή περί πολλοί ἐπεχείρησαν…(Κεφ. α΄. 1-25, 57-68, 80) ὁ ζή-τει τῇ κδ΄ Ἰουνίου. Εἰς τὸ Ἑξαιρέτως, ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ ἰαμβικοῦ κανόνος· Χαίροις ἄνασσα…Κοινωνικὸν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδη-γήσει με ἐν γῇ εὐθείᾳ…καί· Εἰς μνημόσυνον αἰώνιον…Τὸ· Εἴδομεν τὸ φῶς… Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, τὸ· Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄. Δόξα καὶ νῦν οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις μετὰ τοῦ χαρακτηριστικοῦ τῆς ἑορτῆς.


Εἴδησις: Καθ’ ὅλην ταύτην τὴν ἑβδομάδα τῆς ἁγίας Πεντηκοστῆς γίνεται κατάλυσις εἰς πάντα.  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το «Ελληνικά και Ορθόδοξα» απεχθάνεται τις γκρίνιες τις ύβρεις και τα φραγγολεβέντικα (greeklish).
Παρακαλούμε, πριν δημοσιεύσετε το σχόλιό σας, έχετε υπόψη σας τα ακόλουθα:
1) Ο σχολιασμός και οι απόψεις είναι ελεύθερες πλην όμως να είναι κόσμιες .
2) Προτιμούμε τα ελληνικά αλλά μπορείτε να χρησιμοποιήσετε και ότι γλώσσα θέλετε αρκεί το γραπτό σας να είναι τεκμηριωμένο.
3) Ο κάθε σχολιαστής οφείλει να διατηρεί ένα μόνο όνομα ή ψευδώνυμο, το οποίο αποτελεί και την ταυτότητά του σε κάθε συζήτηση.
4) Κανένα σχόλιο δεν διαγράφεται εκτός από τα spam και τα υβριστικά

  Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε τὰς ἀκάνθας ἡ κεφαλή ἡ ὄψις τὰ ἐμπτύσματα αἱ σιαγόνες τὰ ῥαπίσματα τὸ στό...